Add parallel Print Page Options

Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ [a]δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως [b]πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ [c]δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. ὃν οὐκ [d]ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ [e]ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως [f]ὑμῶν σωτηρίαν ψυχῶν.

10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· 12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων [g]ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.

13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. 14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16 διότι γέγραπται [h]ὅτι Ἅγιοι [i]ἔσεσθε, ὅτι ἐγὼ [j]ἅγιος.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 1:6 δέον WH Treg] + ἐστίν NIV RP
  2. ΠΕΤΡΟΥ Α΄ 1:7 πολυτιμότερον WH Treg NIV] πολὺ τιμιώτερον RP
  3. ΠΕΤΡΟΥ Α΄ 1:7 δόξαν καὶ τιμὴν WH Treg NIV] τιμὴν καὶ εἰς δόξαν RP
  4. ΠΕΤΡΟΥ Α΄ 1:8 ἰδόντες WH Treg NIV] εἰδότες RP
  5. ΠΕΤΡΟΥ Α΄ 1:8 ἀγαλλιᾶσθε Treg NIV RP] ἀγαλλιᾶτε WH
  6. ΠΕΤΡΟΥ Α΄ 1:9 ὑμῶν Treg NIV RP] – WH
  7. ΠΕΤΡΟΥ Α΄ 1:12 ὑμᾶς WH Treg] + ἐν NIV RP
  8. ΠΕΤΡΟΥ Α΄ 1:16 ὅτι WH NIV] – Treg RP
  9. ΠΕΤΡΟΥ Α΄ 1:16 ἔσεσθε WH Treg NIV] γίνεσθε RP
  10. ΠΕΤΡΟΥ Α΄ 1:16 ἅγιος WH Treg] + εἰμι NIV RP